Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.172 Joseph. AJ 6.175 (English) >>Joseph. AJ 6.180

6.173δότε δʼ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι· δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν νικήσας γένηται· πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν βούλεσθε τῷ 6.174ἁπάντων.” ταῦτʼ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δʼ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας. 6.175

Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν. 6.176 δὲ τὸ μὲν πρῶτον ἐπὶ τὰ ποίμνια πάλιν καὶ τὰς νομὰς τῶν βοσκημάτων παραγίνεται, μετʼ οὐ πολὺ δὲ ἔρχεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων πεμφθεὶς ὑπὸ τοῦ πατρὸς κομίσαι τε τοῖς ἀδελφοῖς ἐφόδια καὶ γνῶναι τί πράττουσι. 6.177τοῦ δὲ Γολιάθου πάλιν ἐλθόντος καὶ προκαλουμένου καὶ ὀνειδίζοντος, ὅτι μηδείς ἐστιν ἀνδρεῖος ἐν αὐτοῖς, ὃς εἰς μάχην αὐτῷ τολμᾷ καταβῆναι, μεταξὺ τοῖς ἀδελφοῖς ὁμιλῶν Δαβίδης περὶ ὧν ἐπέστειλεν πατὴρ ἀκούσας βλασφημοῦντος τὴν στρατιὰν καὶ κακίζοντος τοῦ Παλαιστίνου ἠγανάκτησε καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν ἑτοίμως ἔχειν μονομαχῆσαι τῷ πολεμίῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.172 Joseph. AJ 6.175 (English) >>Joseph. AJ 6.180

Powered by PhiloLogic